Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελεν — ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια: ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσ᾽ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς1 τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.