Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν, καὶ ἐλεησάντων ἐν οἷς1 ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων ὅτι τοῖς μὲν σώμασι μετ᾽ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δ᾽ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντ᾽ αἰτοῦντος ὥστ᾽ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκετευόντων δοῦναι τὰ χρήματ᾽ εἰς τὴν τῆς πόλεως σωτηρίαν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.