Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην — ἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσ᾽ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασ᾽ ἀποπέφαγκε χρήματ᾽ ἔχειν καθ᾽ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτ᾽ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος: ὁ νῦν οὐδὲ τῶν ὑφ᾽ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.