Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
καὶ οὗτοι παρόντες καὶ ἐπιδημοῦντες, ἐξὸν αὐτοῖς ἀπογράφεσθαι καὶ εἴργειν ἐμὲ τούτων ἁπάντων, οὐκ ἠξίουν ἀπογράφεσθαι: καίτοι1 ἱκανά γ᾽ ἦν ὑπομνῆσαι καὶ ἐνθυμηθῆναι, εἴπερ ἠδικοῦντο, ἀμφότερα καὶ σφῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως. διὰ τί οὖν οὐκ ἀπεγράφοντο;2 δι᾽ ὅ τι3 συνῆσαν καὶ διελέγοντο: συνῆσάν τε γάρ μοι οὐκ ἀξιοῦντες φονέα εἶναι, καὶ οὐκ ἀπεγράφοντο τούτου αὐτοῦ ἕνεκα, οὐχ ἡγούμενοί με ἀποκτεῖναι τὸν παῖδα οὐδ᾽ ἔνοχον εἶναι τοῦ φόνου, οὐδὲ προσήκειν μοι τούτου τοῦ πράγματος οὐδέν.