Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίας1 ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δ᾽ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί: τῆς δ᾽ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών. καὶ οὔτ᾽ εἰσάγειν δήπου οἷός τ᾽ ἂν ἦν ἐφ᾽ ἑαυτοῦ, οὔτε2 παραδοῦναι φόνου δίκην3 ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ. ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδ᾽ ἀπογράφεσθαι ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους.