Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
καὶ οὗτοι τότε μὲν πρόθυμοι ἦσαν ἀπογράφεσθαί με εὐθὺς τῇ ὑστεραίᾳ ᾗ ὁ παῖς ἐθάπτετο, πρὶν τὴν οἰκίαν καθῆραι1 καὶ τὰ νομιζόμενα ποιῆσαι, αὐτὴν ταύτην φυλάξαντες τὴν ἡμέραν ἐν ᾗ ἔμελλεν ὁ πρῶτος ἐκείνων κριθήσεσθαι, ὅπως μηδὲ καθ᾽ ἑνὸς αὐτῶν οἷός τε γενοίμην ἐπεξελθεῖν μηδ᾽ ἐνδεῖξαι τῷ δικαστηρίῳ τἀδικήματα: