Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς1 ἐκέλευσε2 πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν: ἐγὼ δὲ ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι: οὔτε γὰρ ἐκέλευσα οὔτ᾽ ἠνάγκασα οὔτ᾽ ἔδωκα3: καὶ ἔτι προστίθημι4 αὐτοῖς ὅτι οὐ παρεγενόμην πίνοντι. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν,5 ἐγὼ οὐκ ἀδικῶ: οὐ γὰρ ἐκέλευσα. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ: οὐ γὰρ ἠνάγκασα. καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος: οὐ γὰρ ἔδωκα.