Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
τοῦτο δ᾽ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν1 τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλ᾽ ἐτόλμησε μεῖναι, ἀπώλοντ᾽ ἂν οἱ ἔνδον ὄντες2 ἅπαντες: οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο: νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ.
τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ3 ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον4 ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο.