Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[65]
ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον1 τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι: τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος: τῷ δὲ μὴ εἰργασμένῳ2 χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δ᾽ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι3 λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ.