Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλ᾽ ᾠχόμην ἂν ἀπιών,1 ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλ᾽ ἐρήμην ὀφλεῖν τὴν δίκην,2 τοῦτο δ᾽ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν: ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ, ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος.