Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἃ σὺ παρελθών,1αὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ. ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ2 χρῆναι αὐτοῖς σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων.