previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐξ ἀπολογίας ὕστερος

μὲν ἀνήρ, καταγνοὺς αὐτὸς αὑτοῦ, ἀλλὰ τὴν σπουδὴν τῶν κατηγόρων φοβηθείς, ὑπαπέστη: ἡμῖν δὲ τοῖς φίλοις ζῶντι ἀποθανόντι εὐσεβέστερον ἀμύνειν αὐτῷ. ἄριστα μὲν οὖν αὐτὸς ἂν ὑπὲρ αὑτοῦ ἀπελογεῖτο: ἐπεὶ δὲ τάδε ἀκινδυνότερα ἔδοξεν εἶναι, ἡμῖν,1 οἷς μέγιστον ἂν πένθος γένοιτο στερηθεῖσιν αὐτοῦ, ἀπολογητέον. [2] δοκεῖ δέ μοι περὶ τὸν ἄρξαντα τῆς πληγῆς τὸ ἀδίκημα εἶναι. μὲν οὖν διώκων οὐκ εἰκόσι τεκμηρίοις χρώμενος τοῦτον τὸν ἄρξαντά φησιν εἶναι. εἰ μὲν γὰρ ὥσπερ βλέπειν μὲν τοῖν ὀφθαλμοῖν, ἀκούειν δὲ τοῖς ὠσίν, οὕτω κατὰ φύσιν ἦν ὑβρίζειν μὲν τοὺς νέους, σωφρονεῖν δὲ τοὺς γέροντας, οὐδὲν ἂν τῆς ὑμετέρας κρίσεως ἔδει: αὐτὴ γὰρ <ἂν>2 ἡλικία τῶν νέων κατέκρινε: νῦν δὲ πολλοὶ μὲν νέοι σωφρονοῦντες, πολλοὶ δὲ πρεσβῦται παροινοῦντες, οὐδὲν μᾶλλον τῷ διώκοντι τῷ φεύγοντι τεκμήριον γίγνονται. [3]

κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος <καὶ>3 τούτῳ, τῷ παντὶ προέχομεν: οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων <τῶν>4 κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴπερ5 γὰρ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ <ἂν>6 7 διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρ8 τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται. [4]

ἔστι δὲ οὐδὲ ἐπιβουλεύσας οὐδὲν μᾶλλον διωκόμενος τοῦ διώκοντος. εἰ γὰρ μὲν ἄρξας τῆς πληγῆς τύπτειν καὶ μὴ ἀποκτείνειν διενοήθη, δὲ ἀμυνόμενος ἀποκτεῖναι, οὗτος ἂν ἐπιβουλεύσας εἴη. νῦν δὲ καὶ ἀμυνόμενος τύπτειν καὶ οὐκ ἀποκτεῖναι διανοηθεὶς ἥμαρτεν, εἰς οὐκ ἐβούλετο πατάξας. [5] τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γε9 ἀκουσίως ἐπάταξεν;

οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον τῷ ἀμυνομένῳ ἐστίν. μὲν γὰρ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπ᾽ ἐκείνου βιαζόμενος ἐξήμαρτεν: δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦ10 καὶ τῆς ἐκείνου ἁμαρτίας <αἴτιος ὢν>11 δίκαιος φονεὺς εἶναί ἐστιν. [6]

ὡς δὲ οὐδὲ κρεισσόνως12 ἀλλὰ πολὺ ὑποδεεστέρως ὧν ἔπασχεν ἠμύνετο, διδάξω. μὲν ὑβρίζων καὶ παροινῶν πάντ᾽ ἔδρα καὶ οὐδὲν ἠμύνατο: δὲ μὴ πάσχειν ἀλλὰ ἀπωθεῖσθαι ζητῶν, τε ἔπασχεν ἀκουσίως ἔπασχεν, τ᾽ ἔδρασε τὰ παθήματα βουλόμενος διαφυγεῖν ἐλασσόνως κατ᾽ ἀξίαν τὸν ἄρξαντα ἠμύνετο, καὶ οὐκ ἔδρα. [7]

εἰ δὲ κρείσσων ὢν τὰς χεῖρας κρεισσόνως ἠμύνετο ἔπασχεν, οὐδ᾽ οὕτω δίκαιος ὑφ᾽ ὑμῶν καταλαμβάνεσθαί ἐστι. τῷ μὲν γὰρ ἄρξαντι πανταχοῦ μεγάλα ἐπιτίμια ἐπίκειται, τῷ δὲ ἀμυνομένῳ οὐδαμοῦ οὐδὲν ἐπιτίμιον γέγραπται. [8]

πρὸς δὲ τὸ μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἀποκέκριται: οὐ γὰρ ὑπὸ τῶν πληγῶν ἀλλ᾽ ὑπὸ τοῦ ἰατροῦ ἀνὴρ ἀπέθανεν, ὡς οἱ μάρτυρες μαρτυροῦσιν. ἔστι δὲ καὶ τύχη τοῦ ἄρξαντος καὶ οὐ τοῦ ἀμυνομένου. μὲν γὰρ ἀκουσίως πάντα δράσας καὶ παθὼν ἀλλοτρίᾳ τύχῃ κέχρηται: δὲ ἑκουσίως πάντα πράξας, ἐκ τῶν αὑτοῦ ἔργων τὴν13 τύχην προσαγόμενος,14 τῇ αὑτοῦ ἀτυχίᾳ ἥμαρτεν. [9]

ὡς μὲν οὖν15 οὐδενὶ ἔνοχος τῶν κατηγορημένων διωκόμενός ἐστιν, ἀποδέδεικται. εἰ δέ τις κοινὴν μὲν τὴν πρᾶξιν, κοινὴν δὲ τὴν ἀτυχίαν αὐτῶν ἡγούμενος εἶναι, μηδὲν ἀπολύσιμον μᾶλλον καταλήψιμον ἐκ τῶν λεγομένων γιγνώσκει αὐτὸν ὄντα, καὶ οὕτως ἀπολύειν μᾶλλον καταλαμβάνειν δίκαιός16 ἐστι. τόν τε γὰρ διώκοντα οὐ δίκαιον καταλαμβάνειν, μὴ σαφῶς διδάξαντα ὅτι ἀδικεῖται: τόν τε φεύγοντα ἀνόσιον ἁλῶναι, μὴ φανερῶς ἐλεγχθέντα ἐπικαλεῖται. [10]

οὑτωσὶ δὲ ἐκ παντὸς τρόπου τῶν ἐγκλημάτων ἀπολυομένου τοῦ ἀνδρός, ἡμεῖς ὁσιώτερον ὑμῖν ἐπισκήπτομεν ὑπὲρ αὐτοῦ, μὴ τὸν φονέα ζητοῦντας κολάζειν τὸν καθαρὸν ἀποκτείνειν. τε γὰρἀποκτείνας τοῦ ἀποθανόντος17 οὐδὲν ἧσσον τοῖς αἰτίοις προστρόπαιος ἔσται,18 οὗτός τε ἀνοσίως διαφθαρεὶς διπλάσιον καθίστησι τὸ μίασμα19 τῶν ἀλιτηρίων τοῖς ἀποκτείνασιν αὐτόν. [11] ταῦτα οὖν δεδιότες, τὸν μὲν καθαρὸν ὑμέτερον ἡγεῖσθε20 εἶναι ἀπολύειν τῆς αἰτίας, τὸν δὲ μιαρὸν τῷ χρόνῳ ἀποδόντες φῆναι τοῖς ἔγγιστα τιμωρεῖσθαι ὑπολείπετε: οὕτω γὰρ ἂν21 δικαιότατα καὶ ὁσιώτατα πράξαιτ᾽ ἄν.

load focus English (K. J. Maidment)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: