This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] ἀπολύει δέ με καὶ ὁ νόμος καθ᾽ ὃν διώκομαι. τὸν γὰρ ἐπιβουλεύσαντα κελεύει φονέα εἶναι.1 ἐγὼ μὲν οὖν πῶς ἂν ἐπιβουλεύσαιμι αὐτῷ ὅ τι μὴ2 καὶ ἐπεβουλεύθην ὑπ᾽ αὐτοῦ; τοῖς γὰρ αὐτοῖς ἀμυνόμενος αὐτὸν καὶ τὰ αὐτὰ δρῶν ἅπερ ἔπασχον, σαφὲς ὃτι τὰ αὐτὰ ἐπεβούλευσα καὶ ἐπεβουλεύθην.