previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπολογία φόνου, ὡς ἀμυνόμενος ἀπέτεινεν

ὅτι μὲν βραχεῖς τοὺς λόγους ἐποιήσαντο, οὐ θαυμάζω αὐτῶν: οὐ γὰρ ὡς μὴ πάθωσιν κίνδυνος αὐτοῖς ἐστιν, ἀλλ᾽ ὡς ἐμὲ μὴ δικαίως δι᾽ ἔχθραν διαφθείρωσιν. ὅτι δ᾽ ἐξισοῦν τοῖς μεγίστοις ἐγκλήμασιν ἤθελον τὸ πρᾶγμα, οὗ ἀποθανὼν αὑτῷ αἴτιος καὶ μᾶλλον ἐγὼ ἐγένετο, εἰκότως ἂν ἀγανακτεῖν μοι δοκῶ. ἄρχων γὰρ χειρῶν ἀδίκων, καὶ παροινῶν εἰς ἄνδρα πολὺ αὑτοῦ σωφρονέστερον, οὐχ αὑτῷ μόνον τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐμοὶ αἴτιος τοῦ ἐγκλήματος γέγονεν. [2] οἶμαι μὲν οὖν ἔγωγε οὔτε δίκαια τούτους οὔθ᾽ ὅσια δρᾶν ἐγκαλοῦντας ἐμοί. τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, εἰ μὲν σιδήρῳ λίθῳ ξύλῳ ἠμυνάμην αὐτόν, ἠδίκουν μὲν οὐδ᾽ οὕτωςοὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα δίκαιοι οἱ ἄρχοντες ἀντιπάσχειν εἰσίν:—ταῖς δὲ χερσὶ τυπτόμενος ὑπ᾽ αὐτοῦ, ταῖς χερσὶν ἅπερ ἔπασχον ἀντιδρῶν, πότερα ἠδίκουν;1 [3]

εἶεν: ἐρεῖ δέ, “ἀλλ᾽ νόμος εἴργων μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἔνοχον τοῦ φόνου τοῖς ἐπιτιμίοις ἀποφαίνει σε ὄντα: γὰρ ἀνὴρ τέθνηκεν.” ἐγὼ δὲ δεύτερον καὶ τρίτον οὐκ ἀποκτεῖναί φημι. εἰ μὲν γὰρ ὑπὸ τῶν πληγῶν ἀνὴρ παραχρῆμα ἀπέθανεν, ὑπ᾽ ἐμοῦ μὲν δικαίως δ᾽ ἂν ἐτεθνήκειοὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα οἱ ἄρξαντες δίκαιοι ἀντιπάσχειν εἰσί:— [4] νῦν δὲ πολλαῖς ἡμέραις ὕστερον μοχθηρῷ2 ἰατρῷ ἐπιτρεφθεὶς διὰ τὴν τοῦ ἰατροῦ μοχθηρίαν καὶ οὐ διὰ τὰς πληγὰς ἀπέθανε. προλεγόντων γὰρ αὐτῷ τῶν ἄλλων ἰατρῶν, εἰ ταύτην τὴν θεραπείαν θεραπεύσοιτο, ὅτι ἰάσιμος ὢν διαφθαρήσοιτο, δι᾽ ὑμᾶς τοὺς συμβούλους διαφθαρεὶς ἐμοὶ ἀνόσιον ἔγκλημα3 προσέβαλεν. [5]

ἀπολύει δέ με καὶ νόμος καθ᾽ ὃν διώκομαι. τὸν γὰρ ἐπιβουλεύσαντα κελεύει φονέα εἶναι.4 ἐγὼ μὲν οὖν πῶς ἂν ἐπιβουλεύσαιμι αὐτῷ τι μὴ5 καὶ ἐπεβουλεύθην ὑπ᾽ αὐτοῦ; τοῖς γὰρ αὐτοῖς ἀμυνόμενος αὐτὸν καὶ τὰ αὐτὰ δρῶν ἅπερ ἔπασχον, σαφὲς ὃτι τὰ αὐτὰ ἐπεβούλευσα καὶ ἐπεβουλεύθην. [6] εἰ δέ τις ἐκ τῶν πληγῶν τὸν θάνατον οἰόμενος γενέσθαι φονέα με αὐτοῦ ἡγεῖται εἶναι, ἀντιλογισάσθω ὅτι διὰ τὸν ἄρξαντα αἱ πληγαὶ γενόμεναι τοῦτον αἴτιον τοῦ θανάτου καὶ οὐκ ἐμὲ ἀποφαίνουσιν ὄντα: οὐ γὰρ ἂν ἠμυνάμην μὴ τυπτόμενος ὑπ᾽ αὐτοῦ.6 ἀπολυόμενος δὲ ὑπό τε τοῦ <νόμου ὑπό τε τοῦ>7 ἄρξαντος τῆς πληγῆς, ἐγὼ μὲν οὐδενὶ τρόπῳ φονεὺς αὐτοῦ εἰμι, δὲ ἀποθανών, εἰ μὲν ἀτυχίᾳ τέθνηκεν, τῇ ἑαυτοῦ ἀτυχία κέχρηταιἠτύχησε γὰρ ἄρξας τῆς πληγῆςεἰ δ᾽ ἀβουλία τινί, τῇ ἑαυτοῦ ἀβουλίᾳ διέφθαρται: οὐ γὰρ εὖ φρονῶν ἔτυπτέ με. [7]

ὡς μὲν οὖν οὐ δικαίως κατηγοροῦμαι, ἐπιδέδεικταί μοι: ἐθέλω δὲ τοὺς κατηγοροῦντάς μου πᾶσιν οἷς ἐγκαλοῦσιν ἐνόχους αὐτοὺς8 ὄντας ἀποδεῖξαι. καθαρῷ μέν μοι τῆς αἰτίας ὄντι φόνον ἐπικαλοῦντες,9 ἀποστεροῦντες δέ με τοῦ βίου ὃν θεὸς παρέδωκέ μοι, περὶ τὸν θεὸν ἀσεβοῦσιν: ἀδίκως δὲ θάνατον ἐπιβουλεύοντες τά τε νόμιμα συγχέουσι φονῆς τέ μου γίγνονται: ἀνοσίως δ᾽ ἀποκτεῖναι ὑμᾶς με πείθοντες καὶ τῆς ὑμετέρας εὐσεβείαςαὐτοὶ φονῆς10 εἰσί. [8] τούτοις μὲν οὖν θεὸς ἐπιθείη τὴν δίκην: ὑμᾶς δὲ χρὴ τὸ ὑμέτερον σκοποῦντας ἀπολῦσαί με μᾶλλον καταλαβεῖν βούλεσθαι. ἀδίκως μὲν γὰρ ἀπολυθείς, διὰ τὸ μὴ ὀρθῶς ὑμᾶς διδαχθῆναι ἀποφυγών, τοῦ μὴ διδάξαντος καὶ οὐχ ὑμέτερον τὸν προστρόπαιον τοῦ ἀποθανόντος καταστήσω: μὴ ὀρθῶς δὲ καταληφθεὶς ὑφ᾽ ὑμῶν, ὑμῖν καὶ οὐ τούτῳ τὸ μήνιμα τῶν ἀλιτηρίων προστρέψομαι.11 [9]

ταῦτ᾽ οὖν εἰδότες, τουτοισὶ τὸ ἀσέβημα τοῦτο ἀναθέντες, αὐτοί τε καθαροὶ τῆς αἰτίας γένεσθε, ἐμέ τε ὁσίως καὶ δικαίως ἀπολύετε: οὕτω γὰρ ἂν καθαρώτατοι πάντες οἱ πολῖται εἴημεν.

load focus English (K. J. Maidment)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: