Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9] ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως,1 οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλ᾽ ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε. ὁ μὲν γὰρ2 αὐτὸς τὰς αὑτοῦ ἁμαρτίας φέρων, οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει: ὁ δὲ καθαρὸς τῆς αἰτίας ὢν3 ἐὰν διαφθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται. εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλ᾽ ἡ πρᾶξις τῶν ἔργων.