Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] θέλω δὲ μὴ πρότερον ἐπ᾽ ἄλλον λόγον ὁρμῆσαι, ἢ τὸ ἔργον ἔτι φανερώτερον καταστῆσαι, ὁποτέρου αὐτῶν ἐστί. τὸ μὲν μειράκιον οὐδενὸς μᾶλλον τῶν συμμελετώντων ἐστὶ τοῦ σκοποῦ ἁμαρτόν, οὐδὲ τῶν ἐπικαλουμένων τι διὰ τὴν αὑτοῦ ἁμαρτίαν δέδρακεν: ὁ δὲ παῖς οὐ ταὐτὰ τοῖς συνθεωμένοις δρῶν, ἀλλ᾽ εἰς τὴν ὁδὸν τοῦ ἀκοντίου ὑπελθών,1 σαφῶς δηλοῦται παρὰ τὴν αὑτοῦ ἁμαρτίαν περισσοτέροις ἀτυχήμασι2 τῶν ἀτρεμιζόντων περιπεσών. ὁ μὲν γὰρ ἀφεὶς οὐδὲν ἂν ἥμαρτε, μηδενὸς ὑπὸ τὸ βέλος ὑπελθόντος αὐτῷ: ὁ δ᾽ οὐκ3 ἂν ἐβλήθη μετὰ τῶν θεωμένων ἑστώς.