Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτ᾽ ἐπινοήσας αὐθέντης ὢν ἀποδέδεικται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται. οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν φημι τὸν παῖδα, ἀλλ᾽ ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλ᾽ ὑφ᾽ ἑαυτοῦ διαφθαρῆναι: οὐ γὰρ ἀτρεμίζων ἀπέθανε. τῆς δὲ διαδρομῆς αἰτίας ταύτης γιγνομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, ὁ παιδοτρίβης ἂν ἀποκτείνας αὐτὸν εἴη, εἰ δ᾽ ὑφ᾽ ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς ὑφ᾽ ἑαυτοῦ διέφθαρται.