Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] τοῦ δὲ θεράποντος πῶς χρὴ πιστοτέραν τὴν μαρτυρίαν ἢ τῶν ἐλευθέρων ἡγεῖσθαι; οἱ μὲν γὰρ ἀτιμοῦνταί τε καὶ χρήμασι ζημιοῦνται, ἐὰν μὴ τἀληθῆ δοκῶσι μαρτυρῆσαι: ὁ δὲ οὐκ ἔλεγχον παρασχὼν οὐδὲ βάσανον—ποῦ1 δίκην δώσει; ἢ τίς2 ἔλεγχος ἔσται; ἀκινδύνως τε οὗτός γε μέλλων μαρτυρεῖν, οὐδὲν θαυμαστὸν ἔπαθεν ὑπὸ τῶν κυρίων ἐχθρῶν μοι ὄντων πεισθεὶς καταψεύδεσθαί μου: ἐγώ τε ἀνόσι᾽ ἂν πάσχοιμι, εἰ μὴ πιστῶς καταμαρτυρηθεὶς διαφθαρείην ὑφ᾽ ὑμῶν.