Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] αἱ δ᾽ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία: περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινε1 τὸν ἄνδρα. φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλ᾽ ὄντως2 ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν τίνες ἦσαν οἱ ἀποκτείναντες αὐτόν: μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος <ὁ>3 ἀποκτείνας αὐτὸν εἴη. οὐ γὰρ ἐπὶ4 μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα.