previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα

οὔ μοι δοκῶ ἁμαρτάνειν ἀτυχέστατον ἐμαυτὸν ἡγούμενος εἶναι τῶν πάντων ἀνθρώπων. τῶν μὲν γὰρ ἄλλων οἱ δυστυχοῦντες, ὁπόταν μὲν ὑπὸ χειμῶνος πονῶσιν, εὐδίας γενομένης παύονται: ὅταν δὲ νοσήσωσιν, ὑγιεῖς γενόμενοι σῴζονται: ἐὰν δέ τις ἄλλη συμφορὰ καταλαμβάνῃ αὐτούς, τὰ ἐναντία ἐπιγιγνόμενα ὀνίνησιν. [2] ἐμοὶ δὲ ζῶν τε ἅνθρωπος ἀνατροπεὺς τοῦ οἴκου ἐγένετο, ἀποθανών τε, κἂν ἀποφύγω, ἱκανὰς λύπας καὶ φροντίδας προσβέβληκεν. εἰς τοῦτο γὰρ βαρυδαιμονίας ἥκω ὥστε οὐκ ἀρκοῦν μοί ἐστιν ἐμαυτὸν ὅσιον καὶ δίκαιον παρέχοντα μὴ διαφθαρῆναι, ἀλλὰ κἂν μὴ τὸν ἀποκτείναντα εὑρὼν ἐξελέγξω, ὃν οἱ τιμωροῦντες αὐτῷ ἀδύνατοι εὑρεῖν εἰσιν, αὐτὸς καταδοχθεὶς φονεὺς εἶναι ἀνοσίως ἁλώσομαι. [3] καὶ ἐμὲ ὡς δεινὸν μὲν παγχάλεπόν φασιν ἐλέγχεσθαι εἶναι, ὡς δ᾽ ἠλίθιον ἐξ αὐτῶν ὧν ἔπραξα φανερὸν εἶναι ἐργασάμενον τὸ ἔργον. εἰ γὰρ νῦν διὰ τῆς ἔχθρας τὸ μέγεθος εἰκότως ὑφ᾽ ὑμῶν καταδοκοῦμαι, πρὶν ἐργάσασθαι εἰκότερον ἦν προειδότα1 τὴν νῦν ὑποψίαν εἰς ἐμὲ ἰοῦσαν,2 καὶ τῶν ἄλλων εἴ τινα ἔγνων ἐπιβουλεύοντα αὐτῷ, διακωλύειν μᾶλλον αὐτὸν ἐργασάμενον εἰς ἑκουσίους καὶ προδήλους ὑποψίας ἐμπεσεῖν: ἔκ τε γὰρ αὐτοῦ τοῦ ἔργου φανερὸς γενόμενος ἀπωλλύμην, λαθών τε σαφῶς ᾔδη τήνδε τὴν ὑποψίαν εἰς ἐμὲ ἰοῦσαν. [4] ἄθλια μὲν οὖν πάσχω μὴ ἀπολογεῖσθαι μόνον βιαζόμενος, ἀλλὰ καὶ τοὺς ἀποκτείναντας φανεροὺς καταστῆσαι: ὅμως δὲ καὶ τοῦτο ἐπιχειρητέον: οὐδὲν γὰρ πικρότερον τῆς ἀνάγκης ἔοικεν εἶναι. ἔχω δὲ οὐδαμῶς ἄλλως ἐλέγχειν ἐξ ὧν τοὺς ἄλλους κατήγορος ἀπολύων αὐτὸν τὸν θάνατόν φησι μηνύειν ἐμὲ τὸν φονέα ὄντα. εἰ γὰρ τούτων ἀναιτίων δοκούντων εἶναι ἐν ἐμοὶ τἀδίκημα φανεῖται,3 τούτων ὑπόπτων ὄντων ἐγὼ εἰκότως <ἂν>4 καθαρὸς δοκοίην εἶναι. [5]

ἔστι δὲ οὐκ ἀπεικός, ὡς οὗτοί φασιν, ἀλλὰ εἰκὸς ἀωρὶ τῶν νυκτῶν πλανώμενον ἐπὶ τοῖς ἱματίοις διαφθαρῆναι. τὸ γὰρ μὴ ἐκδυθῆναι οὐδὲν σημεῖόν ἐστιν: εἰ γὰρ μὴ ἔφθησαν περιδύσαντες αὐτόν, ἀλλά τινας προσιόντας φοβηθέντες ἀπέλιπον, ἐσωφρόνουν καὶ οὐκ ἐμαίνοντο τὴν σωτηρίαν τοῦ κέρδους προτιμῶντες. [6] εἰ δὲ μὴ καὶ ἐπὶ τοῖς ἱματίοις διεφθάρη, ἀλλ᾽ ἑτέρους ἰδὼν ἄλλο τι κακὸν ποιοῦντας, ἵνα μὴ μηνυτὴς τοῦ ἀδικήματος γένηται, ἀπέθανεν ὑπ᾽ αὐτῶν, τίς οἶδε; τοὺς δὲ μὴ πολὺ ἧσσον ἐμοῦ μισοῦντας αὐτόνἦσαν δὲ πολλοίπῶς οὐκ εἰκὸς ἦν ἐμοῦ μᾶλλον διαφθεῖραι αὐτόν; ἐκείνοις μὲν γὰρ φανερὰ ἦν ὑποψία εἰς ἐμὲ ἰοῦσα, ἐγὼ δὲ ὑπὲρ ἐκείνων ὑπαίτιος ἐσόμενος σαφῶς ᾔδη. [7] τοῦ δὲ ἀκολούθου μαρτυρία πῶς ἀξία πιστεύεσθαί ἐστιν; ὑπό τε γὰρ τοῦ κινδύνου ἐκπεπληγμένον αὐτὸν οὐκ εἰκὸς ἦν τοὺς ἀποκτείναντας γνῶναι, ὑπό τε τῶν κυρίων ἀναγιγνωσκόμενον ἐπινεῦσαι ἦν εἰκός. ἀπιστουμένων δὲ καὶ τῶν ἄλλων δούλων ἐν ταῖς μαρτυρίαιςοὐ γὰρ ἂν ἐβασανίζομεν αὐτούςπῶς δίκαιον τούτῳ μαρτυροῦντι πιστεύσαντας διαφθεῖραί με; [8] εἰ δέ τις τὰ εἰκότα ἀληθέσιν ἴσα ἡγεῖται καταμαρτυρῆσαί μου, ταὐτὸν5 ἀντιλογισάσθω ὅτι με εἰκότερον ἦν τὴν ἀσφάλειαν τῆς ἐπιβουλῆς τηροῦντα φυλάξασθαι καὶ μὴ παραγενέσθαι τῷ ἔργῳ μᾶλλον τοῦτον σφαττόμενον ὀρθῶς γνῶμαι. [9] ὡς δὲ τόνδε6 τὸν κίνδυνον οὐκ ἀσφαλέστερον τοῦ ἀπὸ τῆς γραφῆς ἡγούμην εἶναι, ἀλλὰ πολλαπλάσιον, εἰ μὴ παρεφρόνουν, διδάξω. ἁλοὺς μὲν γὰρ τὴν γραφὴν τῆς μὲν οὐσίας ᾔδη ἐκστησόμενος, τοῦ δὲ σώματος καὶ τῆς πόλεως7 οὐκ ἀπεστερούμην, περιγενόμενος δὲ καὶ λειφθείς, κἂν ἔρανον παρὰ τῶν φίλων συλλέξας, οὐκ ἂν εἰς τὰ ἔσχατα κακὰ ἦλθον: ἐὰν δὲ νῦν καταληφθεὶς ἀποθάνω, ἀνόσια ὀνείδη τοῖς παισὶν ὑπολείψω, φυγὼν γέρων καὶ ἄπολις ὢν ἐπὶ ξενίας πτωχεύσω. [10] οὕτω μὲν κατηγόρηταί μου, πάντα ἄπιστά ἐστιν: ἀπολύεσθαι δὲ ὑφ᾽ ὑμῶν, εἰ καὶ εἰκότως μὲν ὄντως δὲ μὴ ἀπέκτεινα τὸν ἄνδρα, πολὺ μᾶλλον δίκαιός εἰμι. ἐγώ τε γὰρ φανερὸν ὅτι μεγάλα ἀδικούμενος ἠμυνόμην8: οὐ γὰρ ἂν εἰκότως ἐδόκουν ἀποκτεῖναι αὐτόν: τούς τε ἀποκτείναντας καὶ οὐ τοὺς αἰτίαν ἔχοντας ἀποκτεῖναι ὀρθῶς ἂν καταλαμβάνοιτε. [11] ἐκ δὲ παντὸς τρόπου ἀπολυόμενος τῆς αἰτίας ἔγωγε οὔτε εἰς τὰ τεμένη εἰσιὼν τὴν ἁγνείαν τῶν θεῶν μιανῶ, οὔτε ὑμᾶς πείθων ἀπολῦσαί με ἀνόσια πράσσω. οἱ δὲ διώκοντες μὲν ἐμὲ τὸν ἀναίτιον, τὸν δ᾽ αἴτιον ἀφιέντες, τῆς τε ἀφορίας αἴτιοι γίγνονται, ὑμᾶς τε ἀσεβεῖς εἰς τοὺς θεοὺς πείθοντες καταστῆναι πάντων ὧν ἐμὲ ἄξιόν φασι παθεῖν εἶναι δίκαιοί εἰσι τυγχάνειν. [12] τούτους μὲν οὖν τούτων ἀξίους ὄντας ἀπίστους ἡγεῖσθε: ἐμὲ δὲ ἔκ γε9 τῶν προειργασμένων γνώσεσθε οὔτε ἐπιβουλεύοντα οὔτε τῶν οὐ προσηκόντων ὀρεγόμενον, ἀλλὰ τἀναντία τούτων πολλὰς μὲν καὶ μεγάλας εἰσφορὰς εἰσφέροντα, πολλὰ δὲ τριηραρχοῦντα, λαμπρῶς δὲ χορηγοῦντα, πολλοῖς10 δὲ ἐρανίζοντα, μεγάλας δὲ ὑπὲρ πολλῶν ἐγγύας ἀποτίνοντα, τὴν δὲ11 οὐσίαν οὐ δικαζόμενον ἀλλ᾽ ἐργαζόμενον κεκτημένον, φιλοθύτην δὲ καὶ νόμιμον ὄντα. τοιούτου δὲ ὄντος μου μηδὲν ἀνόσιον μηδὲ αἰσχρὸν καταγνῶτε. [13] εἰ δὲ ὑπὸ ζῶντος ἐδιωκόμην, οὐκ ἂν μόνον ὑπὲρ ἐμαυτοῦ ἀπελογούμην, ἀλλ᾽ αὐτόν τε τοῦτον καὶ τοὺς τούτῳ μὲν βοηθοῦντας, παρ᾽ ἐμοῦ δὲ ὠφελεῖσθαι ζητοῦντας ἐφ᾽ οἷς κατηγορεῖταί12 μου, ἀπέδειξα13 ἂν ἀδικοῦντας. ταῦτα μὲν οὖν ἐπιεικέστερον δικαιότερον παρήσω: δέομαι δ᾽ ὑμῶν, ἄνδρες, τῶν μεγίστων κριταὶ καὶ κύριοι, ἐλεήσαντας τὴν ἀτυχίαν μου ἰατροὺς γενέσθαι αὐτῆς, καὶ μὴ συνεπιβάντας τῇ τούτων ἐπιθέσει περιιδεῖν ἀδίκως καὶ ἀθέως διαφθαρέντα με ὑπ᾽ αὐτῶν.

load focus English (K. J. Maidment)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: