Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] ἥ τε γὰρ ἐπιθυμία τῆς τιμωρίας ἀμνήμονα τῶν κινδύνων καθίστη αὐτόν, ὅ τε φόβος τῶν ἐπιφερομένων κακῶν ἐκπλήσσων θερμότερον ἐπιχειρεῖν ἐπῇρεν. ἤλπιζέ τε τάδε μὲν δράσας καὶ λήσειν ἀποκτείνας αὐτὸν καὶ ἀποφεύξεσθαι τὴν γραφήν: οὐδὲ1 γὰρ ἐπεξιέναι οὐδένα, ἀλλ᾽ ἐρήμην αὐτὴν ἔσεσθαι: