This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
διὰ οὖν ταῦτα ἐγὼ βάσανον τοιαύτην ἠθέλησα ποιήσασθαι περὶ αὐτῶν, γράψας ἐν γραμματείῳ ἃ ἐπαιτιῶμαι τὴν γυναῖκα ταύτην. βασανιστὰς δὲ αὐτοὺς τούτους ἐκέλευον γίγνεσθαι ἐμοῦ παρόντος, ἵνα μὴ ἀναγκαζόμενοι ἃ ἐγὼ ἐπερωτῴην1 λέγοιεν—ἀλλ᾽ ἐξήρκει μοι τοῖς ἐν τῷ γραμματείῳ χρῆσθαι: καὶ αὐτό μοι τοῦτο τεκμήριον δίκαιον γενέσθαι,2 ὅτι ὀρθῶς καὶ δικαίως μετέρχομαι τὸν φονέα τοῦ πατρός—εἰ δὲ ἄπαρνοι γίγνοιντο ἢ λέγοιεν μὴ ὁμολογούμενα, <ἡ βάσανος>3 ἀναγκάζοι τὰ γεγονότα κατηγορεῖν: αὕτη γὰρ καὶ τοὺς τὰ ψευδῆ παρεσκευασμένους λέγειν τἀληθῆ κατηγορεῖν ποιήσει.