Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
περὶ μὲν οὖν τούτων οὐκ οἶδ᾽ ὅ τι δεῖ μακρότερα λέγειν: πάντως γὰρ οὐδὲν1 ἂν πλεῖον εἰς τὸ παρὸν ποιήσαιμεν: δέομαι δ᾽ ὑμῶν τῶν λόγων ἴσους καὶ κοινοὺς ἡμῖν ἐπιστάτας γενέσθαι, καὶ πάντας ἄρχοντας περὶ τούτων καταστῆναι, καὶ μήτε τοῖς λοιδορουμένοις μήτε τοῖς ὑπὲρ καιρὸν χαριζομένοις ἐπιτρέπειν, ἀλλὰ τῷ μὲν θέλοντι λέγειν καὶ ἀκούειν εὐμενεῖς εἶναι, τῷ δὲ ἀσελγαίνοντι καὶ θορυβοῦντι χαλεπούς. ἀκούσαντες γὰρ ἕκαστον2 τῶν ὑπαρχόντων ἄμεινον βουλεύσεσθε περὶ ἡμῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.