Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς1 ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδει2 τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφ᾽ ὑμῶν3 αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτ᾽ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν: ἀλλ᾽ οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δ᾽ ἕκαστον προπηλακίζων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.