Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
ὃς εἰς τοσοῦτον ἦλθον δυσδαιμονίας, εἴτε χρὴ εἰπεῖν νεότητί τε καὶ ἀνοίᾳ τῇ ἐμαυτοῦ,1 εἴτε καὶ δυνάμει τῶν πεισάντων με ἐλθεῖν εἰς τοιαύτην συμφορὰν τῶν φρενῶν, ὥστ᾽ ἀνάγκην μοι γενέσθαι δυοῖν κακοῖν τοῖν μεγίστοιν θάτερον ἑλέσθαι, ἢ μὴ βουληθέντι2 κατειπεῖν τοὺς ταῦτα ποιήσαντας οὐ περὶ ἐμοῦ μόνου ὀρρωδεῖν, εἴ τι ἔδει παθεῖν, ἀλλὰ καὶ τὸν πατέρα οὐδὲν ἀδικοῦντα σὺν ἐμαυτῷ ἀποκτεῖναι — ὅπερ ἀνάγκη παθεῖν ἦν αὐτῷ, εἰ ἐγὼ μὴ ἐβουλόμην ταῦτα ποιῆσαι — ἢ κατειπόντι τὰ γεγενημένα αὐτὸν μὲν ἀφεθέντα μὴ τεθνάναι, τοῦ δὲ ἐμαυτοῦ πατρὸς μὴ φονέα γενέσθαι. τί δ᾽ ἂν οὐ πρό γε τούτου τολμήσειεν ἄνθρωπος ποιῆσαι;
1 τῇ ἐμαυτοῦ Frohberger, qui huc transtulit. Ante dusdaimoni/as habent th=s e)mautou= codd.
2 βουληθέντι Ald.: βουληθέντα codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.