Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
οὗ δὴ καὶ μάλιστ᾽ ἐμαυτὸν ἀπωλοφυράμην: ὅστις τοῦτο μὲν ἐν ᾧ ἐδόκει ὁ δῆμος κακοῦσθαι, ἐγὼ ἀντὶ τούτου κακὰ εἶχον, τοῦτο δὲ ἐπειδὴ ἐφαίνετο εὖ1 ὑπ᾽ ἐμοῦ πεπονθώς, πάλιν αὖ καὶ διὰ τοῦτ᾽ ἐγὼ ἀπωλλύμην.2 ὥστε ὁδόν τε καὶ πόρον μηδαμῇ ἔτι εἶναί μοι εὐθαρσεῖν: ὅποι3 γὰρ τραποίμην, πάντοθεν κακόν τί μοι ἐφαίνετο ἑτοιμαζόμενον. ἀλλ᾽ ὅμως καὶ ἐκ τούτων τοιούτων ὄντων ἀπαλλαγεὶς οὐκ ἔστιν ὅ τι ἕτερον ἔργον περὶ πλείονος ἐποιούμην ἢ τὴν πόλιν ταύτην ἀγαθόν τι ἐργάσασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.