Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
“ἢ σφαγεῦσιν ἢ τυράννοις1: τὰ δὲ ἄλλα πάντα ἐξαλεῖψαι τοὺς πράκτορας καὶ τὴν βουλὴν κατὰ τὰ εἰρημένα πανταχόθεν, ὅπου τι ἔστιν ἐν τῷ δημοσίῳ, καὶ εἴ τι2 ἀντίγραφόν που ἔστι, παρέχειν τοὺς θεσμοθέτας καὶ τὰς ἄλλας ἀρχάς. ποιεῖν δὲ ταῦτα τριῶν ἡμερῶν, ἐπειδὰν δόξῃ τῷ δήμῳ. ἃ δ᾽ εἴρηται ἐξαλεῖψαι, μὴ κεκτῆσθαι ἰδίᾳ μηδενὶ ἐξεῖναι μηδὲ μνησικακῆσαι μηδέποτε: εἰ δὲ μή, ἔνοχον εἶναι τὸν παραβαίνοντα ταῦτα ἐν τοῖς αὐτοῖς ἐν οἷσπερ οἱ ἐξ Ἀρείου πάγου φεύγοντες, ὅπως ἂν ὡς πιστότατα ἔχῃ3 Ἀθηναίοις καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.