Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
οἱ δ᾽ αἰσθόμενοι δεινὰ ἐποίουν, ὅτι εἰδείην μὲν τὸ πρᾶγμα, πεποιηκὼς δὲ οὐκ εἴην. προσελθόντες δέ μοι τῇ ὑστεραίᾳ Μέλητος καὶ Εὐφίλητος ἔλεγον ὅτι “γεγένηται, ὦ Ἀνδοκίδη, καὶ πέπρακται ἡμῖν ταῦτα. σὺ μέντοι εἰ μὲν ἀξιοῖς ἡσυχίαν ἔχειν καὶ σιωπᾶν, ἕξεις ἡμᾶς ἐπιτηδείους ὥσπερ καὶ πρότερον: εἰ δὲ μή, χαλεπώτεροί σοι ἡμεῖς ἐχθροὶ ἐσόμεθα ἢ ἄλλοι τινὲς δι᾽ ἡμᾶς φίλοι.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.