Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
[50]
σφῶν αὐτῶν καταγνόντες ἀδικεῖν1 ... εἰ ἤκουσάς τι τούτου τοῦ πράγματος τοῦ γενομένου, εἰπέ, καὶ πρῶτον μὲν σεαυτὸν σῷσον, εἶτα δὲ τὸν πατέρα, ὃν εἰκός ἐστί σε μάλιστα φιλεῖν, εἶτα δὲ τὸν κηδεστὴν ὃς ἔχει σου τὴν ἀδελφὴν ἥπερ σοι μόνη ἐστίν, ἔπειτα δὲ τοὺς ἄλλους συγγενεῖς καὶ ἀναγκαίους τοσούτους ὄντας, ἔτι δὲ ἐμέ, ὃς ἐν ἅπαντι τῷ βίῳ ἠνίασα μέν σε οὐδὲν πώποτε, προθυμότατος δὲ εἰς σὲ καὶ τὰ σὰ πράγματά εἰμι, ὅ τι ἂν δέῃ2 ποιεῖν.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.