Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[139]
— εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με, σφῶν δὲ αὐτῶν προὐστήσαντο τιμωρὸν γενέσθαι Κηφίσιον τὸν πονηρότατον Ἀθηναίων, ὧν οὗτός φησι πολίτης εἶναι οὐκ ὤν, ᾧ οὐδ᾽ ὑμῶν τῶν καθημένων οὐδεὶς ἂν ἐπιτρέψειεν οὐδὲν τῶν ἰδίων, εἰδὼς τοῦτον οἷός ἐστιν; ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, ἡγοῦμαι χρῆναι νομίζειν τοὺς τοιούτους κινδύνους ἀνθρωπίνους, τοὺς δὲ κατὰ θάλατταν θείους. εἴπερ οὖν δεῖ τὰ τῶν θεῶν ὑπονοεῖν, πάνυ1 ἂν αὐτοὺς οἶμαι ἐγὼ ὀργίζεσθαι καὶ ἀγανακτεῖν, εἰ τοὺς ὑφ᾽ ἑαυτῶν σῳζομένους ὑπ᾽ ἀνθρώπων2 ἀπολλυμένους ὁρῷεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.