Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[122]
ἐπειδὴ δ᾽ οὐδ᾽ ὣς1 ἄνευ ἀγῶνος ἑώρα ἐσόμενα τὰ πράγματα, τότε δὴ προσιὼν Λυσίστρατον, Ἡγημόνα, Ἐπιχάρη, ὁρῶν φίλους ὄντας ἐμοὶ καὶ χρωμένους, εἰς τοῦτο βδελυρίας ἦλθε καὶ παρανομίας ὥστ᾽ ἔλεγε πρὸς τούτους ὡς εἰ ἔτι καὶ νῦν βουλοίμην ἀποστῆναι τῆς Ἐπιλύκου θυγατρός, ἕτοιμος εἴη παύσασθαί με κακῶς ποιῶν, ἀπαλλάξαι δὲ Κηφίσιον, δίκην δ᾽ ἐν τοῖς φίλοις δοῦναί μοι τῶν πεποιημένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.