Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
[121]
εἰ δὲ μή, ἐγὼ ἐπιδικάσομαι.” γνοὺς ταῦτα Καλλίας λαγχάνει τῷ υἱεῖ τῷ ἑαυτοῦ τῆς ἐπικλήρου, τῇ δεκάτῃ ἱσταμένου, ἵνα μὴ ἐπιδικάσωμαι ἐγώ. ταῖς δ᾽ εἰκάσι, μυστηρίοις τούτοις, δοὺς Κηφισίῳ χιλίας δραχμὰς ἐνδείκνυσί με καὶ εἰς τὸν ἀγῶνα τοῦτον καθίστησιν. ἐπειδὴ δ᾽ ἑώρα με ὑπομένοντα, τίθησι τὴν ἱκετηρίαν, ὡς ἐμὲ μὲν ἀποκτενῶν ἄκριτον ἢ ἐξελῶν,1 αὐτὸς δὲ πείσας2 Λέαγρον χρήμασι συνοικήσων τῇ Ἐπιλύκου θυγατρί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.