Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
φέρε δὴ τοίνυν, ὦ ἄνδρες — τάχα γὰρ ἂν αὐτὸ βούλοισθε1 πυθέσθαι —, ὁ δὲ Καλλίας τί βουλόμενος ἐτίθη τὴν ἱκετηρίαν; ἐγὼ δὲ ὑμῖν διηγήσομαι ὧν ὑπ᾽ αὐτοῦ ἕνεκα ἐπεβουλεύθην. Ἐπίλυκος ἦν ὁ Τεισάνδρου θεῖός μοι, ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς: ἀπέθανε δὲ ἐν Σικελίᾳ ἄπαις ἀρρένων παίδων, θυγατέρας δὲ δύο καταλιπών, αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.