previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[101]

ἀλλ᾽ ὅμως οὗτος ἑτέρων1 τολμᾷ2 κατηγορεῖν, κατὰ τοὺς νόμους τοὺς ὑμετέρους οὐδ᾽ αὐτῷ ὑπὲρ αὑτοῦ ἔστιν ἀπολογεῖσθαι. ἀλλὰ γάρ, ἄνδρες, καθήμενος ἡνίκα μου κατηγόρει, βλέπων εἰς αὐτὸν οὐδὲν ἄλλο ὑπὸ τῶν τριάκοντα συνειλημμένος ἔδοξα κρίνεσθαι. εἰ γὰρ τότε ἠγωνιζόμην, τίς ἄν μου κατηγόρει; οὐχ οὗτος ὑπῆρχεν, εἰ μὴ ἐδίδουν ἀργύριον; καὶ γὰρ νῦν. ἀνέκρινε δ᾽ ἄν με τίς ἄλλος Χαρικλῆς, ἐρωτῶν, εἰπέ μοι, Ἀνδοκίδη, ἦλθες εἰς Δεκέλειαν, καὶ ἐπετείχισας τῇ πατρίδι τῇ σεαυτοῦ; οὐκ ἔγωγε. τί δέ; ἔτεμες τὴν χώραν, καὶ ἐλῄσω κατὰ γῆν κατὰ θάλατταν τοὺς πολίτας τοὺς σεαυτοῦ; οὐ δῆτα. οὐδ᾽ ἐναυμάχησας ἐναντία τῇ πόλει, οὐδὲ συγκατέσκαψας τὰ τείχη, οὐδὲ συγκατέλυσας τὸν δῆμον, οὐδὲ βίᾳ κατῆλθες εἰς τὴν πόλιν; οὐδὲ τούτων3 πεποίηκα οὐδέν. δοκεῖς οὖν χαιρήσειν καὶ4 οὐκ ἀποθανεῖσθαι, ὡς ἕτεροι πολλοί;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1968)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: