Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπάρξειν δὲ πρὸς τούτοις καὶ τὰς πολιτικὰς δυνάμεις, ἐκ Πελοποννήσου μὲν πλέον ἢ δισχιλίους ὁπλίτας, ἐξ Ἀκαρνανίας δὲ ἑτέρους τοσούτους: δεδόσθαι δὲ ἁπάντων τούτων τὴν ἡγεμονίαν ὑμῖν: πραχθήσεσθαι δὲ ταῦτα οὐκ εἰς μακράν, ἀλλ᾽ εἰς τὴν ἕκτην ἐπὶ δέκα τοῦ Ἀνθεστηριῶνος μηνός: εἰρῆσθαι γὰρ ἐν ταῖς πόλεσιν ὑφ᾽ αὑτοῦ καὶ παρηγγέλθαι πάντας ἥκειν συνεδρεύσοντας Ἀθήναξε εἰς τὴν πανσέληνον. καὶ γὰρ τοῦτο ἅνθρωπος1 ἴδιον καὶ οὐ κοινὸν ποιεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.