Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ δὲ μετὰ ταῦτα ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν. ἐπράττετο γὰρ οὐ πρὸς τοὺς ἄλλους πρέσβεις, τοὺς πολλὰ συκοφαντηθέντας ὕστερον ἐκ μεταβολῆς ὑπὸ Δημοσθένους, ἀλλὰ πρὸς Φιλοκράτην καὶ Δημοσθένην, εἰκότως, τοὺς ἅμα μὲν πρεσβεύοντας, ἅμα δὲ τὰ ψηφίσματα γράφοντας, πρῶτον μὲν ὅπως μὴ περιμενεῖτε1 τοὺς πρέσβεις οὓς ἦτε ἐκπεπομφότες παρακαλοῦντας2 ἐπὶ Φίλιππον, ἵνα μὴ μετὰ τῶν Ἑλλήνων, ἀλλ᾽ ἰδίᾳ ποιήσαισθε3 τὴν εἰρήνην:
1 περιμενεῖτε Stephanus: περιμείνητε MSS.
2 παρακαλοῦντας Markland: παρακαλοῦντες MSS.
3 ποιήσαισθε Bekker: ποιήσησθε MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.