Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὕτω καὶ νῦν τὴν ἀκρόασιν ποιήσασθε. εἴ τινες ὑμῶν ἐκ τῶν ἔμπροσθεν χρόνων ἥκουσιν οἴκοθεν τοιαύτην ἔχοντες τὴν δόξαν, ὡς ἄρα ὁ Δημοσθένης οὐδὲν πώποτε εἴρηκεν ὑπὲρ Φιλίππου συστὰς μετὰ Φιλοκράτους,—ὅστις οὕτω διάκειται, μήτ᾽ ἀπογνώτω μηδὲν μήτε καταγνώτω πρὶν ἂν1 ἀκούσῃ: οὐ γὰρ δίκαιον. ἀλλ᾽ ἐάν, ἐμοῦ διὰ βραχέων2 ὑπομιμνῄσκοντος τοὺς καιροὺς καὶ τὰ ψηφίσματα παρεχομένου ἃ μετὰ Φιλοκράτους ἔγραψε Δημοσθένης, αὐτὸς3 ὁ τῆς ἀληθείας λογισμὸς καταλάβῃ4 τὸν Δημοσθένην πλείω μὲν γεγραφότα ψηφίσματα Φιλοκράτους τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.