Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς μὲν οὖν τὰς κενὰς1 προφάσεις ἃς οὗτοι προφασιοῦνται, μέχρι δεῦρο εἰρήσθω μοι: ὅτι δὲ ὄντως ἦν ὑπεύθυνος ὁ Δημοσθένης, ὅθ᾽ οὗτος εἰσήνεγκε τὸ Ψήφισμα, ἄρχων μὲν τὴν ἐπὶ τὸ θεωρικὸν2 ἀρχὴν, ἄρχων δὲ τὴν τῶν τειχοποιῶν, οὐδετέρας δέ πω τῶν ἀρχῶν τούτων λόγον ὑμῖν οὐδ᾽ εὐθύνας δεδωκώς, ταῦτ᾽ ἤδη πειράσομαι ὑμᾶς διδάσκειν ἐκ τῶν δημοσίων γραμμάτων. καί μοι ἀνάγνωθι, ἐπὶ τίνος ἄρχοντος καὶ ποίου μηνὸς καὶ ἐν τίνι ἡμέρᾳ καὶ ἐν ποίᾳ ἐκκλησίᾳ ἐχειροτονήθη Δημοσθένης τὴν ἀρχὴν τὴν ἐπὶ τὸ θεωρικόν.3“Διαλογισμὸς τῶν Ἡμερῶν”οὐκοῦν εἰ μηδὲν ἔτι περαιτέρω4 δείξαιμι, δικαίως ἂν ἁλίσκοιτο Κτησιφῶν: αἱρεῖ γὰρ αὐτὸν οὐχ ἡ κατηγορία ἡ ἐμή, ἀλλὰ τὰ δημόσια γράμματα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.