Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ δὲ ἥξεις ἐπὶ τὸ δεύτερον μέρος τοῦ ψηφίσματος, ἐν ᾧ τετόλμηκας γράφειν ὡς ἔστιν ἀνὴρ ἀγαθός, καὶ ‘διατελεῖ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων,’ ἀφελὼν τὴν ἀλαζονείαν καὶ τὸν κόμπον τοῦ ψηφίσματος ἅψαι τῶν ἔργων, ἐπίδειξον ἡμῖν ὅ τι λέγεις. τὰς μὲν γὰρ περὶ τοὺς Ἀμφισσέας καὶ τοὺς Εὐβοέας δωροδοκίας παραλείπω: ὅταν δὲ τῆς πρὸς Θηβαίους συμμαχίας τὰς αἰτίας ἀνατιθῇς Δημοσθένει, τοὺς μὲν ἀγνοοῦντας ἐξαπατᾷς, τοὺς δ᾽ εἰδότας καὶ αἰσθανομένους ὑβρίζεις. ἀφελὼν γὰρ τὸν καιρὸν καὶ τὴν δόξαν τὴν τούτων, δι᾽ ἣν ἐγένετο ἡ συμμαχία, λανθάνειν οἴει ἡμᾶς τὸ τῆς πόλεως ἀξίωμα Δημοσθένει περιτιθείς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.