Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐὰν δ᾽ ὑπερπηδήσας τὴν δικαίαν ἀπολογίαν παρακαλῇ Δημοσθένην, μάλιστα μὲν μὴ προσδέχεσθε σοφιστὴν οἰόμενον ῥήμασι τοὺς νόμους ἀναιρήσειν, μηδ᾽ ἐν ἀρετῇ τοῦθ᾽ ὑμῶν μηδεὶς καταλογιζέσθω, ὃς ἂν ἐπανερομένου Κτησιφῶντος, εἰ καλέσῃ1 Δημοσθένην, πρῶτος ἀναβοήσῃ ‘κάλει, κάλει.’ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς. ἂν δ᾽ ἄρα ὑμῖν δόξῃ ἀκούειν, ἀξιώσατε τὸν Δημοσθένην τὸν αὐτὸν τρόπον ἀπολογεῖσθαι ὅνπερ κἀγὼ κατηγόρηκα. ἐγὼ δὲ πῶς κατηγόρηκα; ἵνα καὶ ὑπομνήσω ὑμᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.