Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τίς οὖν ἐστιν ἀποτροπὴ τῶν τοιούτων λόγων, ἐγὼ προερῶ. ἐπειδὰν προελθὼν ἐνταυθοῖ Κτησιφῶν διεξέλθῃ πρὸς ὑμὰς τοῦτο δὴ τὸ συντεταγμένον αὐτῷ προοίμιον, ἔπειτ᾽ ἐνδιατρίβῃ καὶ μὴ ἀπολογῆται, ὑπομνήσατ᾽ αὐτὸν ἀθορύβῷ, τὸ σανίδιον λαβεῖν καὶ τοὺς νόμους τῷ ψηφίσματι παραναγνῶναι. ἐὰν δὲ μὴ προσποιῆται ὑμῶν ἀκούειν, μηδὲ ὑμεῖς ἐκείνου ἐθέλετε ἀκούειν: οὐ γὰρ τῶν φευγόντων τὰς δικαίας ἀπολογίας εἰσεληλύθατε ἀκροασόμενοι, ἀλλὰ τῶν ἐθελόντων δικαίως ἀπολογεῖσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.