Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κἂν ὑμεῖς ἐκπέμπητε, εἰ δέ τις αὐτῷ τῶν στρατηγῶν ἀντείποι, καταδουλούμενος τοὺς ἄρχοντας καὶ συνεθίζων μηδὲν αὑτῷ ἀντιλέγειν, διαδικασίαν ἔφη γράψειν τῷ βήματι πρὸς τὸ στρατήγιον: πλείω γὰρ ὑμᾶς ἀγαθὰ ὑφ᾽ ἑαυτοῦ ἔφη ἀπὸ τοῦ βήματος πεπονθέναι ἢ ὑπὸ τῶν στρατηγῶν ἐκ τοῦ στρατηγίου. μισθοφορῶν δ᾽ ἐν τῷ ξενικῷ κεναῖς χώραις, καὶ τὰ στρατιωτικὰ χρήματα κλέπτων, καὶ τοὺς μυρίους ξένους ἐκμισθώσας Ἀμφισσεῦσι, πολλὰ διαμαρτυρομένου καὶ σχετλιάζοντος ἐν ταῖς ἐκκλησίαις ἐμοῦ, προσέμειξε φέρων ἀναρπασθέντων τῶν ξένων τὸν κίνδυνον ἀπαρασκεύῳ τῇ πόλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.