Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος ὁ Λαυμψακηνὸς εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη1 δὲ ἀποδοῦναι τοὺς ὅρκους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις. ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχος ὁ Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖς προέδροις, ἐν ᾧ ἐγέγραπτο ἀποδοῦναι τοὺς ὅρκους Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.