Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τελευτῶντες δὲ εἰς τοῦτο τὴν πόλιν προήγαγον, ὥστε ἀγαπητῶς τὴν εἰρήνην ποιήσασθαι, ἀποστάντας πάντων καὶ τὰ τείχη καθελόντας, καὶ παραδεξαμένους φρουρὰν καὶ Λακεδαιμόνιον ἁρμοστήν, καὶ τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους, οἳ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν. τὴν μὲν τοιαύτην ἀβουλίαν ὁμολογῶ παραγγέλλειν φυλάττεσθαι, τὰ δ᾽ ὀλίγῳ πρότερον εἰρημένα μιμεῖσθαι. οὐ γὰρ παρὰ τῶν ἀλλοτρίων, ἀλλὰ παρὰ τοῦ πάντων οἰκειοτάτου ταῦτα ἐπυνθανόμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.