Click on a word to bring up parses, dictionary entries, and frequency statistics
θορυβησάντων δ᾽ ἐπ᾽ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, ‘σκέψασθε δὲ’ ἔφη ‘ὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς1 εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλ᾽ οὐκ ἐμοί, ἀλλ᾽ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη. ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δ᾽ οὐ χείρων Ἀριστόδημος ὁ ὑποκριτής,’
1 δεινὸς Auger : μνημονικὸς καὶ δεινὸς MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.