Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐφ᾽ ἅπασι δ᾽ ἡμῖν ἀνίσταται τελευταῖος Δημοσθένης, καὶ τερατευσάμενος, ὥσπερ εἴωθε, τῷ σχήματι καὶ τρίψας τὴν κεφαλήν, ὁρῶν ἐπισημαινόμενον τὸν δῆμον καὶ ἀποδεδεγμένον1 τοὺς παρ᾽ ἐμοῦ λόγους, ἀμφοτέρων ἔφη θαυμάζειν, καὶ τῶν ἀκουόντων καὶ τῶν πρεσβευσάντων, ὅταν παρέντες τὸν χρόνον, οἱ μὲν τὸν τοῦ βουλεύεσθαι, οἱ δὲ τὸν τοῦ συμβουλεύειν, ἀποδιατρίβωσι τὴν ὑπερόριον λαλιὰν ἀγαπῶντες ἐν τοῖς οἰκείοις πράγμασιν: οὐδὲν γὰρ εἶναι ῥᾷον ἢ πρεσβείαν ἀπαγγεῖλαι.
1 ἀποδεδεγμένον Scaliger : δεδεγμένον MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.