Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε: τῶν δ᾽ ἐπὶ τοῦ βήματος παρ᾽ ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω: ἀλλ᾽ ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδ᾽ ἐκείνοις ὁμοίως παρακολουθήσετε. ἐὰν δ᾽ ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσεσθε ἐκ τῶν ὁμολογουμένων καὶ τἀντιλεγόμενα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.