Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς δ᾽ εἰσήλθομεν καὶ ἐκαθεζόμεθα, ἐξ ἀρχῆς πρὸς ἕκαστον τῶν εἰρημένων ἐνεχείρει τι λέγειν ὁ Φίλιππος, πλείστην δὲ εἰκότως ἐποιήσατο διατριβὴν πρὸς τοὺς ἐμοὺς λόγους: ἴσως γὰρ οὐδὲν τῶν ἐνόντων εἰπεῖν, ὥς γε οἶμαι, παρέλιπον: καὶ πολλάκις μου τοὔνομα ἐν τοῖς λόγοις ὠνόμαζε: πρὸς δὲ Δημοσθένην τὸν οὕτω καταγελάστως ἀπαλλάξαντα οὐδ᾽ ὑπὲρ ἑνὸς οἶμαι διελέχθη. τοῦτο δὲ ἦν ἄρα ἀγχόνη καὶ λύπη τούτῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.