Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τοσαῦτ᾽ ἔχοντες τἀγαθά, πάλιν πόλεμον1 πρὸς Λακεδαιμονίους ἐξηνέγκαμεν πεισθέντες ὑπ᾽ Ἀργείων, καὶ τελευτῶντες ἐκ τῆς τῶν ῥητόρων ἁψιμαχίας εἰς φρουρὰν τῆς πόλεως καὶ τοὺς τετρακοσίους καὶ τοὺς ἀσεβεῖς τριάκοντα ἐνεπέσομεν, οὐκ εἰρήνην ποιησάμενοι, ἀλλ᾽ ἐκ προσταγμάτων ἠναγκασμένοι. πάλιν δὲ σωφρόνως πολιτευθέντες, καὶ τοῦ δήμου κατελθόντος ἀπὸ Φυλῆς, Ἀρχίνου καὶ Θρασυβούλου προστάντων τοῦ δήμου, καὶ τὸ μὴ μνησικακεῖν πρὸς ἀλλήλους ἔνορκον ἡμῖν καταστησάντων, ὅθεν σοφωτάτην ἅπαντες τὴν πόλιν ἡγήσαντο εἶναι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.