οὐκοῦν εἰ ὑμεῖς αὐτῷ ἐπιστεύσατε, ἢ Ἀριστοφάνης μου συγκατεψεύσατο, ἐπ᾽ αἰσχραῖς αἰτίαις ἀπωλόμην ἄν.1 ἐάσετε οὖν τὸ τοιοῦτον αὑτοῦ2 προστρόπαιον, μὴ γὰρ δὴ τῆς πόλεώς γε, ἐν3 ὑμῖν ἀναστρέφεσθαι; καὶ τὴν μὲν ἐκκλησίαν καθαίρετε, ἐν δὲ τοῖς ψηφίσμασι διὰ τούτου τὰς εὐχὰς ποιήσεσθε, καὶ στρατιὰν ἢ πεζὴν ἢ ναυτικὴν ἐκπέμψετε; καὶ μὴν ὅ γε Ἡσίοδος λέγει,
“ πολλάκι τοι ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
”Hes. WD 240-241